Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.55 Dem. 45.58 (English) >>Dem. 45.61

45.56ὅμοιός γʼ Δεινίας, ἄνδρες δικασταί, τούτῳ, ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου. ἀλλʼ οὐχ οὑτοσὶ Στέφανος, οὐκ ὤκνησε καθʼ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν, οὐδʼ, εἰ μηδένα τῶν ἄλλων, τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπʼ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος.

45.57 τοίνυν ἔπαθον δεινότατον καὶ ἐφʼ μάλιστʼ ἐξεπλάγην ὅτʼ ἠγωνιζόμην, ἄνδρες δικασταί, τοῦθʼ ὑμῖν εἰπεῖν βούλομαι· τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ διʼ ἧς ἦν πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ. 45.58τότε μὲν δὴ τῷ κακῷ πληγεὶς οὐδὲν ἄλλʼ εἶχον ποιῆσαι πλὴν ὑπολαμβάνειν τὴν ἀρχὴν ἠδικηκέναι με καὶ τὸν ἐχῖνον κεκινηκέναι. νῦν δʼ ἀφʼ ὧν ὕστερον πέπυσμαι, πρὸς αὐτῷ τῷ διαιτητῇ Στέφανον τουτονὶ αὐτὴν ὑφῃρημένον εὑρίσκω, πρὸς μαρτυρίαν τινʼ ἵνʼ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν ὑμῖν μαρτυρήσουσιν τῶν τούτοις παρόντων οἱ ἰδόντες. 45.59οὐ γὰρ ἐξομνύναι ʼθελήσειν αὐτοὺς οἴομαι. ἐὰν δʼ ἄρα τοῦτο ποιήσωσιν ὑπʼ ἀναιδείας, πρόκλησιν ὑμῖν ἀναγνώσεται, ἐξ ἧς τούτους τʼ ἐπιορκοῦντας ἐπʼ αὐτοφώρῳ λήψεσθε, καὶ τοῦτον ὁμοίως ὑφῃρημένον τὴν μαρτυρίαν εἴσεσθε. καίτοι ὅστις, ἄνδρες Ἀθηναῖοι, κακῶν ἀλλοτρίων κλέπτης ὑπέμεινεν ὀνομασθῆναι, τί ἂν ἡγεῖσθε ποιῆσαι τοῦτον ὑπὲρ αὑτοῦ;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.55 Dem. 45.58 (English) >>Dem. 45.61

Powered by PhiloLogic